Honours for Straton king of Sidon
AIUK 11 (Ashmolean Museum, Oxford) no. 1 Date: ca. 394-386 BC ?
         - - - - - - - - - - - - - - - - - - - -  [.] Ἀ̣θ̣ηναί[ων, κ]αὶ ἐπεμελ[ήθη] ὅ̣πως ὡς
        κ̣άλλιστα πορευθήσονται οἱ πρέσ- βεις ὡς βασιλέα οὓς ὁ δῆμος ἔπεμψ- εν· κ⟨α⟩ὶ ἀποκρίνασθαι τῶι ἥκοντι π- (5)αρὰ το͂ Σιδωνίων βασιλέως ὅτι καὶ
        ἐς τὸν λοιπὸν χρόνον ὢν ἀνὴρ ἀγαθ- ὸς περὶ τὸν δῆμον τὸν Ἀθηναίων οὐ- κ ἔστι ὅτι ἀτυχήσει παρὰ Ἀθηναίω- ν ὧν ἂν δέηται· εἶναι δὲ κ̣αὶ πρόξεν- (10)[ο]ν τοῦ δήμου τοῦ Ἀθηναίων Στράτω- να τὸν Σιδῶνος βασιλέα, καὶ αὐτὸν
        καὶ ἐκγόνος· τὸ δὲ ψήφισμα τόδε ἀν- [α]γραψάτω ὁ γραμματεὺς τῆς βολῆς
        [ἐ]στήληι λιθίνηι δέκα ἡμερῶν καὶ
       (15)καταθέτω ἐν ἀκροπόλει· ἐς δὲ τὴν ἀ- να̣γραφὴν τῆς στήλης δοῦναι τοὺς
        ταμίας τῶι γραμματεῖ τῆς βολῆς Δ
        ΔΔ δραχμὰς ἐκ τῶν δέκα ταλάντων· π- οιησάσθω δὲ καὶ σύμβολα ἡ βολὴ πρ- (20)ὸς τὸν βασιλέα τὸν Σιδωνίων, ὅπως
        ἂν ὁ δῆμος ὁ Ἀθην̣αίων εἰδῆι ἐάν τι
        πέμπηι ὁ Σιδωνίων βασιλεὺς δεόμ- ενος τῆς πόλεως, καὶ ὁ βασιλεὺς ὁ Σ- ιδωνίων εἰδῆι ὅταμ πέμπηι τινὰ ὡ- (25)ς αὐτὸν ὁ δῆμος ὁ Ἀθηναίων· καλέσα- ι δὲ καὶ ἐπὶ ξένια τὸν ἥκοντα παρὰ
        το͂ Σιδωνίων βασιλέως ἐς τὸ πρυτ- νεῖον ἐς αὔριον. vacat  Μενέξενος εἶπεν· τὰ μὲν ἄλλα καθά- (30)περ Κηφισόδοτος· ὁπόσοι δ’ ἂν Σιδω- νίων οἰκο͂ντες ἐς Σιδῶνι καὶ πολ- τευ̣όμενοι ἐπιδημῶσιν κατ’ ἐμπορ- ίαν Ἀθήνησι, μὴ ἐξεῖναι αὐτὸς μετ- οίκιον πράττεσθαι μηδὲ χορηγὸν
       (35)μηδένα καταστῆσαι μηδ’ εἰσφορὰν
        μηδεμίαν ἐπιγράφεν. vacat 
        
        
            