Decree of Rhamnous and Athenian residents honouring the general Archandros of Eleusis, 248/7 BC

AIO 3567 Date: 248/7 BC or shortly after
 
[- - - - - - χειροτονηθ]εὶς ὑπὸ το[ῦ δήμου] [στρατηγός καὶ - - - τάξα]ντος ἐπὶ τὴν πα[ραλί]- [αν χώραν καλῶ]ς ποιησάμενος τὴν ἐπιμέλε[ιαν] [- - -]ων τὴν χώραν γεωργούντων καὶ σ̣ω- (5)[- - -] ἐν τῶι φρουρίωι πολιτῶν· v πάλιν τε ἐπὶ Δι- [ομέδοντ]ος αὐτὸν χειροτονήσαντος τοῦ δήμου στρα- [τηγὸν] ὄντος πολέμου, πρῶτον μὲν ἐλθὼν εἰς τὸ φρούρι- [ον ἐξ]ετασμὸν ποιήσας ἔταξε τοὺς μὲν πρεσβυτέρους τῶν τε πολιτῶν καὶ τῶν μετοίκων μετὰ τῶν φρουρῶν ἐπ[ὶ] (10)τὴν τοῦ φρουρίου φυλακήν v τοὺς δὲ νεωτέρους τῶν πολι- τῶν ἐπὶ τὴν σκοπὴν κατέστησεν, τοὺς δὲ παροίκους καὶ τοὺς στρατιώτας ἀπέστελλεν ἐφεδρεύσοντας εἰς τὴν χώραν ἄχρι ἑξήκοντα σταδίων καὶ αἴτιος ἐγένετο τοῦ συγ- κομισθεῖναι τοὺς ξυλίνους καρπούς. v κατεστήσατο δὲ (15)καὶ κρυπτοὺς χρησίμους, ἐκ τοῦ ἀριθμοῦ τοῦ τῶν στρατιω- τῶν τῶν μεθ’ αὑτοῦ [ἐ]πὶ τὰς ἐπικαιροτάτας τῶν σκοπῶν, ὅπως διασώιζηται τά τε βοσκήματα καὶ τὰ σώματα· οὔσης δὲ καὶ σπάνεως σίτου ἐν τῶι φρουρίωι, ἐπεμελήθη ὃπως οἱ πυ- ροὶ οἱ διδόμενοι ἐν ἄστει, οἱ μὲν παρακομισθῶσι εἰς τὸ φρούρι- (20)ον ἀσφαλῶς, οἱ δὲ πραθέντες ἐκεῖ ἀντωνεθῶσιν λυσι v- τελῶς τοῖς τε φρουροῖς vv καὶ τοῖς οἰκοῦσι τῶν πολι vv - τῶν ἐν Ῥαμνοῦντι· προανήλισκε δὲ καὶ ἀργύριον εἰς τὰ ὀψώνια ἐκ τῶν ἰδίων ὅπως ἂν εὐτακτῶσιν ἐφ’ ὧν ἕκαστοι ἦσαν τεταγμένοι καὶ διὰ ταῦτα διετήρησεν τὴν Ῥαμνου- (25)σίαν τὸν ἐνιαυτὸν τὸν ἐφ’ αὑτοῦ τῆς λοιπῆς χώρας οὔσης μεστῆς πειρατῶν v διετέλει δὲ καὶ λέγων καὶ πράττων τὰ συνφέροντα τῶι δήμωι καὶ κοινεῖ καὶ ἰδίαι χρείας πα[ρε]- χόμενος τοῖς πολίταις· v ἀγαθεῖ τύχει, δεδόχθαι Ῥαμνου- σίοις καὶ τοῖς ἄλλοις πολίταις τοῖς τεταγμένοις ἐν τ[ῶι] (30)φρουρίωι vv ἐπαινέσαι Ἄρχανδρον Καλλίπου Ἐλευσίνιον vv καὶ στεφανῶσαι χρυσῶι στεφάνωι κατὰ τὸν νόμον ἀρετῆς [ἕ]νεκα καὶ δικαιοσύνης ἣν ἔχων διατελεῖ περί τε Ῥαμνου- [σίο]υς καὶ τοὺς ἐνοικούντας Ῥαμνοῦντι ὅπως ἂν ἐφάμιλ- [λον] εἶ πᾶσι τοῖς καθισταμένοις στρατηγοῖς ἐπὶ τὴν ἐπι- (35)[μέλ]ε̣ιαν τοῦ φρουρίου καὶ τῆς χώρας τὸ φιλοτιμεῖσθαι πρὸς [τὸ κοι]ν̣εῖ συμφέρον. vv ἀναγράψαι τόδε τὸ ψήφισμα ἐν στ[ή]- [λει λιθί]νει καὶ στῆσαι πρὸς τεῖ πύλει, v ἐπὶ δὲ τὴν ἀνα[γρα]- [φὴν τῆ]ς στήλης ἑλέσθαι τρεῖς ἂνδρας οἵτιν̣[ες] συντε[λέ]- [σουσι τὰ ἐψη]φισμένα. vv οἵδε εἱρέθησαν v Λυσικλ[είδης Νικο]- (40)[στράτου Ῥαμνούσιος - - -]Σ[- - -]