Hymn to Apollo by Limenios at Delphi

Pöhlmann and West, Greek Music 21 Date: 128/7-106/5 BC (128/7 BC ?)
 
[Πα]ι̣ὰν δὲ καὶ π[ροσό]δ̣ιον εἰς τ[ὸν θεὸν ὃ ἐπό]η̣σε[ν καὶ προσεκιθάρισε]ν Λιμήνι[ος Θ]ο̣ίνο[υ Ἀθηναῖος.]
col. 1
Ἴ̣τ’ ἐπὶ τηλέσκοπον ταάνδ̣ε Παρ̣[νασί]αν [φιλόχορον] δικόρυφον κλειειτύν, ὕμνωων κα[τάρ]χ̣[ετε δ’ ἐμῶν], Πιερίδες, αἳ νιφοβόλους π̣έτρας ναίεθ’ [Ἑλι]κωνίδ̣[ας·] μέλπετε δὲ Πύθιον Χ[ρ]υ̣σεοχαίταν, ἕ[κα]τ̣ον, εὐλύραν (5) Φοῖβον, ὃν ἔτικτε Λα̣τὼ μάκαιρα πα[ρὰ λίμναι] κ̣λυτᾶι, χερσὶ γλαυκα[ᾶ]ς ἐλαίας θιγουοῦσ’ [ὄζον ἐν ἀγωνίαι]ς ἐριθα[λῆ.] Παᾶ̣[ς δὲ γ]άθησε πόλος οὐράνιος̣ [ἀννέφελος, αἀγλαός·] [νη]νέμους δ’ ἔσχεν αἰθηὴρ ἀε̣[λλωῶν ταχυπετ]εῖς (10) [δρ]ό̣μους· λῆξε δὲ βαρύβρομον Νηη̣[ρέως ζαμενὲς ὀ]εῖ- δμ’ ἠδὲ μέγας Ὠκεανός, ὃς πέριξ γ[αᾶν ὑγραεῖς ἀγ]κά- λαις ἀαμπέχει. Τότε λιπὼγ Κυυνθίαν ναᾶσον ἐπ̣[έβα Θεὸ]ς πρω[τό]- κα⟨α⟩ρπογ κλυτὰν Ἀτ[θ]ίδ’ ἐπὶ γ`α´αλ[όφωι πρωῶνι] Τριτωωνίδ̣ος· (15) μελίπνοον δὲ Λίβυς αὐδὰγ χέω[ν λωωτὸς ἀνέμελ]πεν [ἁ]- δειεῖαν ὄπα μειγνύμενος αἰειόλ[οις κιθάριος μέλεσιν·] [ἅ]μα δ’ ἴαχεμ πετροκατοίκητος Ἀχ[ὼ παιὰν ἰὲ παιάν·] ὃ̣ δ̣ὲ̣ γ̣έ̣γ̣α̣- θ’ ὅτι νόωι δεξάμενος ἀαμβρότα`ν´ Δι̣[ὸς ἐπέγνω φρέ]ν̣’ · ἀνθ’ ὡῶν ἐκείνας ἀπ’ ἀρχᾶς Παιήονα κικλήισκ[ομεν ἅπας] λ̣αὸς αὐ̣τ̣[ο]- (20) χθόνων ἠδὲ Βάκχου μέγας θυρσοπλὴ[ξ ἑσμὸς ἱ]ερὸς τεχνι- τωῶν ἔνοικοος πόλει Κεκροπίαι. Ἀλ̣[λὰ χρηησμ]ωιδὸν ὃς ἔχειεις τρίποδα, βαῖν’ ἐπὶ θεοστιβ[έα ταάνδε Π]αρναα̣- σίαν δειράδα φιλένθεον. Ἀμφὶ πλόκ[αμον σὺ δ’ οἰ]νωῶ̣[πα] δάφνας κλάδον πλεξάμενος ἀαπ[λέτους θεμελίους τ’] (25) ἀαμβρόται χειρὶ σύρων, ἄναξ, Γ[ᾶς πελώρωι συναντᾶις] κόραι. Ἀλλὰ Λαατοῦς ἐρατογλ̣[έφαρον ἔρνος ἀγρ]- [ία]μ παῖδα Γα[ᾶς] τ̣’ ἔπεφνες ἰοῖς ὁ[μοίως τε Τιτυὸν, ὅτι]
col. 2
π̣όθον ἔσχε ματ̣ρὸς [- - -] θ̣η̣ῆρ’ ἇ⟨ι⟩ κατέκτ[α]ς ΟΣ[- - -] (30) [σ]υ̣ύριγμ’ ἀπ’ε[ὐνω]ῶν [- - -] [ὅτ’] ἐ̣π̣εφρούρε[ιει]ς δὲ Γαᾶ[ς ἱερόν, ὦναξ, παρ’ ὀμφαλόν, ὁ βάρ]- βαρος̣ Ἄρης ὅτε [τε]ὸμ μαντόσυ̣[νον οὐ σεβίζων ἕδος πολυκυ]- θὲς λη⟨ι⟩ζόμενος ὤλεθ’ ὑγρᾶι χι̣[όνος ἐν ζάλαι. Ἀλλ’, ὦ Φοῖβε], σῶιζε θεόκτισ̣{κ}τον Παλλάδος [ἄστυ καὶ λαὸν κλεινόν, σύν] (35) τε θεά, τόξων δεσπότι Κρησίω[ν κυνῶν τ’ Ἄρτεμις, ἠδὲ Λατὼ] κυδίστα̣ · [κ]αὶ ναέτας Δελφῶν τ̣[ημελεῖθ’ ἅμα τέκνοις συμ]- βίοις, δώμα̣σ̣ιν ἀπταίστους, Βάκχου [θ’ ἱερονίκαισιν εὐμε]- νεῖς μόλ[ε]τε πορσπόλοισ⟨ι⟩, τάν τε δ̣ορίσ̣[τεπτον κάρτει] Ῥωμαίω[ν] ἀρχὰν αὔξετ’ ἀγηράτωι θάλλ̣[ουσαν φερε]- (40) νίκαν.