Decree of Marathonian Tetrapolis honouring their archon, Charidemos of Probalinthos

AIO 2618 Date: ca. mid-4th cent. BC
 
Θεοί· Κηφισοκλῆς Κηφισοκλείδου Προβαλίσι- ος εἶπεν· δεδόχθαι Τετραπολεῦσιν, ἐπει- δὴ Χαρίδημος Προβαλίσιος ἦρξεν καλῶ- (5)ς καὶ δικαίως τὴν ἀρχὴν καὶ τὰ ἱερὰ ἔθυ- σε ἅπαντα τοῖς θεοῖς καὶ τοῖς ἥρωσι ἐν ταῖς ἡμέραις ταῖς ῥηταῖς καὶ τοῖς χρό- νοις τοῖς προσήκουσιν καὶ τῶν ἄλλων τ̣- ῶν κοινῶ̣ν ἐπεμελήθη καλῶς καὶ δικαίω- (10)ς, ἐψηφίσθαι Τετραπολεῦσιν, ἐπαινέσαι Χαρίδημον Χαριδήμου Προβαλίσιον καὶ στεφανῶσαι αὐτὸν χρυσῶι στεφάνωι ἀπὸ Χ δραχμῶν ἀρετῆς ἕνεκα καὶ δικαιοσύν- ης τῆς εἰς Τετραπολέας· καὶ ἀνειπεῖν αὐ- (15)τὸν τὸν κήρυκα Διονυσίων τοῖς τραγωι- δοῖς, ὅτι «στεφανοῦσιν Τετραπολῆς Χαρί- δημον Χαριδήμου Προβαλίσιον ἀρετῆς ἕνεκα καὶ δικαιοσύνης τῆς εἰς Τετραπο- λέας»· εἶναι δὲ αὐτῶι καὶ προεδρίαν· ἀνα- (20)γράψαι δὲ τόδε τὸ ψήφισμα ἐν στήληι λι- θίνηι καὶ στῆσαι ἐν τῶι Διονυσίωι.