Decree of the orgeones [of Bendis] (ca. 330-324/3 BC)

Sokolowski, LSCG 45 Date: ca. 330-324/3 BC
 
[- - -]χεναικε. . . . 8 . . . .ιε. . . . 8 . . . .ας ὁπόσοι ἐν τῆ[ι στή]λ- η[ι ἐ]γ[γεγρα]μμένοι εἰσὶν ἢ το[ὺς τ]ούτων ἐκγόνους v ἐὰν δέ τις θύηι τῆι θεῶι τῶν ὀργεώνων οἷς μέτεστιν τοῦ ἱεροῦ ἀτελεῖς αὐτοὺς θύειν· [ἐ]ὰν δὲ ἰδιώτης τις θύηι τῆι θεῶι διδόναι τῆι ἱερέαι γαλαθηνοῦ μὲν ∶Ι𐅁∶ (5)[κ]αὶ τὸ δέρμα καὶ κωλῆν διανε[κ]ῆ δεξιάν, τοῦ δὲ τελέου ∶ΙΙΙ∶ καὶ δέρμα καὶ [κ]ωλῆν κατὰ ταὐτά, βοὸς δὲ ∶𐅂∶ καὶ τὸ δέρμα· διδόναι δὲ τὰ ἱερεώσυνα τῶ- [ν μὲ]ν θηλ[ε]ιῶν τῆι ἱερέαι, τῶν δὲ ἀρρένων τῶι ἱερεῖ· παραβώμια δὲ μὴ [θύ]ειν [μ]ηδέ[ν]α ἐν τῶι ἱερῶ[ι ἢ] ὀφείλε[ι]ν ∶𐅄∶ δραχμάς v ὅπως δ’ ἂν ἡ οἰκία καὶ τὸ ἱερὸν ἐπισκε[υ]άζηται, τὸ ἐν[οίκιον τῆ]ς οἰ[κίας] καὶ τὸ ὕδωρ ὅσου ἂμ πραθῆι ε- (10)[ἰς τὴν ἐ]πισκε̣υὴν τοῦ ἱεροῦ [καὶ τῆς] οἰκίας, εἰς ἄλλο δὲ μηδὲν ἀναλίσκειν, ἕ- [ω]ς ἂν τ[ὸ ἱερὸ]ν ἐπισκευ[ασ]θῆι κ[αὶ ἡ οἰκία], ἐὰν μή τι ἄλλο ψηφίσωνται οἱ ὀργεῶνε[ς] . .ασε. . . .ν εἰς τὸ ἱερόν v ὑπολι[μπά]νειν δὲ ὕδωρ τῶι ἐνοικοῦντι ὥστε χρῆσθ[αι]· [ἐὰ]ν δ[έ τι]ς [ε]ἴπ[ηι] ἢ ἐπιψηφίσηι παρὰ τόνδε τὸν νόμον, ὀφειλέτω ∶𐅄∶ δραχμὰς τῆι θεῶι ὅ τ[ε εἰπὼν καὶ] ὁ ἐπιψηφίσας καὶ μὴ μετέστω αὐτῶι τῶν κοινῶν· ἀναγράφειν δὲ (15)[αὐτὸν ὀφείλο]ντα τῆι θεῶι τοῦτο τὸ ἀργύριον εἰς τὴν στήλην τοὺς ἐπιμελητά[ς]· ἀγο[ρὰν δὲ κ]αὶ [ξ]ύ[λλ]ογον ποιεῖν τοὺς ἐπιμελητὰς καὶ τοὺς ἱεροποιοὺς ἐν τῶι ἱερ- [ῶ]ι πε[ρὶ τῶν κοι]νῶν τῆι δευτέραι ἱσταμένου τοῦ μηνὸς ἑκάστου v διδόναι δὲ [τοῖς ἱ]εροποιοῖς εἰς τὴν θυσίαν ∶𐅂𐅂∶ δραχμὰς ἕκαστον τῶν ὀργεώνων οἷς μέτεστι [το]ῦ [ἱ]εροῦ τοῦ Θαργηλιῶνος πρὸ τῆς ἕκτης ἐπὶ δέκα, ὃς δ’ ἂν ἐπιδημῶν Ἀθήνη- (20)[σ]ι καὶ ὑγιαίνων μὴ συνβάλληται, ὀφειλέτω ∶𐅂𐅂∶ ἱερὰς τῆι θε[ῶι] v ὅπως δ’ ἂν ὡ- [ς πλ]εῖστοι ὦσιν ὀργεῶνες τοῦ ἱεροῦ, ἐξεῖναι τῶι βουλομένωι εἰσενέγκαντι [. . . . δρ]αχμὰς μετεῖναι αὐτῶι τοῦ ἱεροῦ καὶ εἰς τὴν στήλην ἐγγράφεσθαι· τ[οὺς] [δ’ ἐγγραφο]μένους εἰς τὴν στήλην δο[κι]μ[ά]ζειν τοὺς ὀργεῶνας καὶ παρα[διδό]- [ναι τῶν δοκιμασθέντων τὰ ὀνόματα τῶι γραμματεῖ το]ῦ Θαρ[γηλι]- (25)[ῶνος - - -]