Rhamnous honours Dikaiarchos of Thria

AIO 837 Date: 235/4 BC
 
ἐπὶ ⟦Ἐκφάντου⟧ (replaced with Ἐκχφάντου) ἄρχοντος, ἔδοξεν ῾Ραμνουσίοις, Ἐλπίνικος [Μ]νησίππου ῾Ραμνούσιος εἶπεν· ἐπειδὴ Δικαίαρχος πατρικὴν [π]αρειληφὼς φιλίαν πρὸς τὸν δῆμον τὸν Ἀθηναίων καὶ τὸ [κ]οινὸν τῶν ⟨῾Ρ⟩α⟨μ⟩νοῦντι ταττομένων διαφυλάττει τὴν φιλί - (5)[α]ν, καὶ κατασταθεὶς μετὰ τοῦ πατρὸς Ἀπολλωνίου ὑπὸ το[ῦ] ⟦[βα]σιλέ[ως Ἀν]τ[ιγ]όνου⟧ ἐπὶ τὴν φυλακὴν τοῦ φρουρίου καλ[ῶς] καὶ φιλοτίμως ἐπεμελήθη τῆς τε φυλακῆς τοῦ φρουρίου καὶ τῶν οἰκούντων ἐν αὐτῶι, εὔτακτον παρέχων αὑτόν τε καὶ τοὺς στρατιώτας τοὺς ὑπὸ τὸν πατέρα ταττομένους καὶ διὰ (10)ταῦτα αὐτοὺς ἀμφοτέρους ῾Ραμνούσιοι καὶ Ἀθηναίων οἱ οἰ- κοῦντες τὸ φρούριον ἐστεφάνωσαν χρυσῶι στεφάνωι κατὰ τὸν νόμον· ὡσαύτως δὲ καὶ ἐπ’ Ἐλευσῖνος γενόμενος ὁ πατὴρ [αὐ]τοῦ ἐπεινέθη καὶ ἐστεφανώθη ὑπό τε Ἐλευσινίων καὶ τῶν ἄλ- λων Ἀθηναίων τῶν οἰκούντων ἐν τῶι φρουρίωι· καὶ πάλιν αὐτὸς (15)κατασταθεὶς εἰς Πάνακτον καλῶς καὶ ἐνδόξ[ω]ς ἐπεμελήθη τῆς τε τοῦ φρουρίου φυλακῆς καὶ τῆς ἄλλης χώρας τῆς Ἀττι- κῆς καὶ νῦν τεταγμένος ὑπὸ τοῦ βασιλέως Δημητρίου ἐν τεῖ ἄκραι τεῖ Ἐρετριέων διατελεῖ εὔνους ὢν τῶι δήμωι τῶι Ἀθη- ναίων καὶ κοινεῖ πᾶσιν καὶ ἰδίαι τοῖς ὑπεκτεθημένοις τὰ βοσκή- (20)ματα διὰ τὸν πόλεμον διασώιζων καὶ βοηθῶν εἰς ὃ ἂν αὐτ[όν] τις παρακαλεῖ· καὶ παραγενομένου τοῦ στρατηγοῦ Φιλοκή- [δ]ου εἰς Ἐρέτριαν συνηγόρησέν τε τούτωι καὶ τῶν πολιτῶν [ἕ]να ἀπηγμένον ἐπὶ θανάτωι ἐξ⟨ε⟩ί⟨λ⟩ετο ἐκ τοῦ [δε]σμωτηρί[ου] καὶ ἀνέσωισεν ἀποδεικνύμενος τὴν εὔνοιαν ἣν ἔχει πρὸς (25)τοὺς πολίτας· ἐπαγγέλλεται δὲ καὶ εἰς τὸν λοιπὸν χρόνον εἰς ὃ ἂν αὐτόν τις παρακαλεῖ ἢ κοινεῖ ὁ δῆμος ἢ ἰδίαι τις τῶ[ν] πολιτῶν χρείας παρέξεσθαι· ἔδωκεν δὲ καὶ ἱερεῖα εἰς τὴν θυ- σίαν τῶν Νεμεσίων καὶ τοῦ βασιλέως ἐκ τῶν ἰδίων, ἐγλειπου- [σ]ῶν τῶν θυσιῶν διὰ τὸν πόλεμον, ὅπως ἔχει καλῶς τὰ πρὸς (30)[τ]ὰς θεὰς ῾Ραμνουσίοις, τύχει τεῖ ἀγαθεῖ· δεδόχθαι ῾Ραμνου- σίοις καὶ τοῖς [ἄλ]λοις Ἀθηναίοις καὶ τ[οῖ]ς οἰκοῦσιν ἐν ῾Ραμνοῦν- τι πᾶσιν, ἐπαινέσαι Δικαίαρχον [Ἀπο]λλωνίου Θριάσιον ἀρ[ε]- τῆς ἕνεκα καὶ εὐνοίας ἣν ἔχων διατελεῖ εἴς τε τὸν ⟦[βασιλέ]⟧- ⟦α Δ[ημήτριον]⟧ καὶ εἰς τὸν δῆμον τὸν Ἀθηναίων καὶ εἰς τὸ (35)κοινὸν τῶν οἰκ[ού]ντων ῾Ραμνοῦντα καὶ στεφανῶσαι αὐτὸν χρυ- σῶι στεφάνωι κατὰ τὸν νόμον· ἀναγράψαι δὲ τόδε τὸ ψήφισ- μα τοὺς ἐπιμελητὰς καὶ τὸν δήμαρχο[ν] τὸν ῾Ραμνουσίων ἐν στήλαις λιθίναις δυεῖν ἵνα εἶ ὑπόμνημα τοῖς βουλομένοις εὐεργετεῖν τὸ κοινὸν ῾Ραμνουσίων καὶ τῶν οἰκούντων τὸ φρού- (40)ριον καὶ στῆσαι τὴν μὲν ἐν τῶι τεμένει τοῦ Διονύσου, τὴν δ’ ἐν τῶι Νεμεσίωι· εἰς δὲ τὴν ποίησιν τῶν στηλῶν καὶ τὴν ἀναγρ[α]- φὴν τοῦ ψηφίσματος μερίσαι τὸν ταμίαν τὸν ῾Ραμνουσίων τὸ ἀναλωθὲν καὶ λογίσασθαι τοῖς δημόταις· ἑλέσθαι δὲ κ[αὶ] ἐξ ἑαυ[τῶν] πέντε ἄνδρας οἵτινες συντελοῦσιν τὰ ἐψηφισ- (45)μένα ἤδη· οἵδε εἱρέθησαν, Ἐλπίνικος Μνησίππου, Λυκέας Ἱεροκλέου, Στρόμβιχος Κλεοδωρίδου, Θρασύμαχος Ἀντιμάχου, Λυσίθεος Διοκλέου. οἱ [οἰ]κοῦντες τῶν πολιτῶν (50)῾Ραμνοῦντι Δικαίαρχον