On the conveyance of sacred objects for the Eleusinian Mysteries

AIUK 4.2 (BM, Decrees of Council and Assembly) no. 17 Date: ca. 220 AD
 
[ἔδοξεν τ]ῶι δήμωι· Ἀραβιανὸ̣[ς ἦρχεν . . . . 8 . . . . ἐπρυ]- [τάνευε]ν· Εὔτυχος ἐγραμ[μάτευεν· . . . . 8 . . . . ἐπεστά]- [τει]· Δρυαντιανὸς ἄρχων̣ [τῶν Εὐμολπιδῶν εἶπεν]· [ἐπει]δὴ καὶ διατελοῦμε̣[ν ἐν τοῖς νῦν καθάπερ] κ̣αὶ (5)[δ]ι̣ὰ τῶν παρῳχημένων [χρόνων τελοῦντες τὰ μυ]στήρι- α, καὶ τὰ πάτρια προστάττ[ει τῶι γένει τῶν Εὐμο]λπιδῶν πεφροντικένα̣ι ὅπως ἂν [ἐν κόσμωι ἀχθ]είη τὰ ἱερὰ δεῦρο τ’ ἐκ τῆς̣ Ἐλευσεῖνο[ς καὶ πάλιν ἐκ το]ῦ̣ ἄστεως Ἐ- v λευσεῖνάδε, ἀγαθῆι τύχ[ηι δεδόχθαι] τ̣ῶι δήμωι προσ- (10)τάξαι τῶι κοσμητῆι τῶν [ἐφήβων κ]α̣τὰ τὰ ἀρχαῖα νόμι- μα ἄ̣γειν Ἐλευσῖνάδε τοὺ[ς ἐφήβ]ους τῆι τρίτηι ἐπὶ δέ- κ̣[α] τοῦ Βοηδρομιῶνος μετ[ὰ το]ῦ εἰθισμένου σχήμα- v [τος] τῆς ἅμα ἱεροῖς πομπῆ̣[ς], ἵ̣να τῆι τετράδι ἐπὶ δέκα πα- [ραπ]έμψωσιν τὰ ἱερὰ μέχ[ρι] τοῦ Ἐλευσεινίου τοῦ ὑπὸ v (15)[τῆι π]όλει, ὡς ἂν κόσμο[ς] τ̣ε πλείων καὶ φρουρὰ μείζων v [περὶ] τὰ ἱερὰ ὑπάρχοι, ἐπειδὴ καὶ ὁ φαιδυντὴς τοῖν Θε- v [οῖν] ἀγγέλλει κα̣τὰ τὰ πάτρια τῆι ἱερείαι τῆς Ἀθηνᾶς ὡς [ἥκει τ]ὰ ἱερὰ κ[α]ὶ̣ ἡ παραπέμπουσα στρατιά· κατὰ τὰ αὐτὰ [δὲ τῆι] ἐνάτηι ἐπὶ δέκα τοῦ Βοηδρομιῶνος προσ- (20)[τάξα]ι̣ τῶι κοσμητῆι τῶν ἐφήβων ἄγειν τοὺς ἐφή[βους] [πάλιν Ἐ]λευσεῖνάδε μετὰ τοῦ αὐτοῦ σχήματος π̣[αραπέμ]- [πο]ντας τὰ ἱερά· μέλειν δὲ τούτου τῶι κατ’ ἐν̣[ιαυτὸν] κ̣οσμητῆι, ὅπως μηδέπ̣οτε τοῦτο ἐκλε̣[ιφθείη μη]- δὲ ὀλιγωρηθείη ποτὲ τὰ τῆς εὐσεβείας [τῆς πρὸς τὼ Θε]- (25)ώ. παραπέμπειν δὲ τοὺς ἐφήβους π[άντας, ἔχοντας] τὴν πανοπλίαν, ἐστεφανωμέν[ους μυρρίνης στεφά]- νωι, βαδείζοντας ἐν τάξει· ἐπ[εὶ] δ[ὲ προστάττομεν τοῖς ἐ]- φήβοις τὴν τοσαύτην ὁδοι̣π̣ορῆσαι π̣[ομπὴν, αὐτοὺς] καὶ θυσιῶν καὶ σπονδῶν καὶ παιάνων τῶ[ν κατὰ τὴν] (30)ὁδὸν μεθέξειν, ὡς ἂν τ̣ά τε ἱερὰ μετὰ φρουρᾶ[ς ἰσχυρο?]- τέρας καὶ πομπῆς μακροτέρας ἄγοιτο, v οἵ τε ἔφ[ηβοι] παρακολουθοῦντες τῆι περὶ τὸ θεῖον τῆς πόλεως̣ [vv] θεραπείαι καὶ ἄνδρες εὐσεβ̣έστεροι γείνοιντο· v μεθέ- ξουσιν δὲ̣ καὶ οἱ ἔφηβοι πάντες τῶν τε ἄλλων ὧν ἂν v (35)παρέχ̣[ηι τ]οῖς Εὐμολπίδαις ὁ ἄρχων τοῦ γένους, καὶ τῆ̣[ς] δ̣ι̣[αν]ο̣μῆς· γενέσθαι δὲ τὴν γνώμην ταύτην φα̣[νεv]- [ρ]ὰν καὶ τῆι ἐξ Ἀρείου πάγου βουλῆι καὶ τῆι βουλ̣[ῆι] τῶν v Φ v καὶ τῶι̣ ἱ̣εροφάντηι καὶ τῶι γένει τῶν Εὐ[μο]λ̣πιδῶν· ἀναγράψαι̣ δὲ τὸ ψήφισμα τοῦτο τὸν̣ [τα]μία̣[ν τ]οῦ γέ- v (40)νους τῶν Εὐμολπιδῶν ἐν τρισὶν [στή]λ̣αις κα̣ὶ στῆσαι τὴν μὲν ἐν Ἐλευσινίωι τῶι ὑπὸ̣ τ̣[ῆ]ι̣ πόλει, τὴν δὲ ἐν v τῶι Διογ̣ενείωι, τὴν δὲ ἐν Ἐλ̣ευσεῖνι ἐν τῶι ἱερῶι πρὸ    τοῦ βου[λ]ευτηρίου.