Law on grain tax from Lemnos, Imbros and Skyros, 374/3 BC

RO 26 Date: 374/3 BC
 
<θ>εοί. ἐπὶ Σωκρατίδο ἄρχοντος (374/3) νόμος περὶ τῆς δωδεκάτης τοῦ σίτου vv τῶν νήσων. vacat (5)Ἀγύρριος εἶπεν· ὅπως ἂν τῶι δήμωι σῖ[το]- ς ἦι ἐν τῶι κοινῶι, τὴν δωδεκάτην πωλ[εῖ]- ν τὴν ἐν Λήμνωι καὶ Ἴμβρωι καὶ Σκύρω[ι κ]- αὶ τὴν πεντηκοστὴν σίτο· ἡ δὲ μερὶς ἑκ̣[ά]- στη ἔσται πεντακόσιοι μέδιμνοι, πυ[ρῶ]- (10)ν μὲν ἑκατόν, κριθῶν δὲ τετρακόσιοι· [κο]- μιεῖ τὸν σῖτον κινδύνωι τῶι ἑαυτô ὁ π̣[ρ]- ιάμενος εἰς τὸν Πειραιᾶ καὶ ἀνακομι[ε]- ῖ εἰς τὸ ἄστυ τὸν σῖτον τέλεσιν τοῖς α̣[ὑ]- τô καὶ κατανήσει τὸν σῖτον εἰς τὸ Αἰά̣[κ]- (15)ειον· στέγον δὲ καὶ τεθυρωμένον παρέ̣[ξ]- ει τὸ Αἰάκειον ἡ πόλις καὶ ἀποστήσε[ι τ]- ὸν σῖτον τῆι πόληι τριάκοντα ἡμερῶν̣ [ὁ] πριάμενος, ἐπειδὰν ἀνακομίσηι εἰς [ἄσ]- τυ, τέλεσι τοῖς αὑτô· ἐπειδὰν δὲ ἀνακ[ομ]- (20)ίσει εἰς τὸ ἄστυ, ἐνοίκιον οὐ πράξει [ἡ π]- όλις τοὺς πριαμένους· τοὺς πυροὺς ἀ̣[πο]- στήσει ὁ πριάμενος ἕλκοντας πέντε ἑ̣[κ]- τέ<α>ς τὸ τάλαντον, τὰς δὲ κρι<θ>ὰς ἑλκο[ύσ]- <α>ς τὸν μέδιμνον τάλαντον ξηρὰς ἀπο̣σ[τ]- (25)ήσει καθαρὰς αἰρῶν, τὸ σ<ή>κωμα ἐπὶ τῆ[ι ζ]- ών<η>ι σηκώσας, καθάπερ οἱ ἄλλοι ἔμ[π]ορ[ο]- ι· προκαταβολὴν οὐ θήσει ὁ πριάμε[ν]ο[ς ἀ]- λλ’ ἐπώνια καὶ κηρύκεια κατὰ τὴν [μ]ερ[ίδ]- α εἴκοσι δραχμ<ά>ς· ἐγγυητ<ὰ>ς καταστήσ[ε]- (30)ι ὁ πριάμενος δύο κατὰ τὴμ μερίδα ἀξι[ό]- χρεως, οὓς ἂν ἡ βουλὴ δοκιμάσηι· συμ[μορ]- ία ἔσται ἡ μερὶς τρισχίλιοι μέδιμ̣[νοι], ἓξ ἄνδρες· ἡ πόλις πράξει τὴν συμμορ[ία]- ν τὸν σῖτον κ<α>ὶ παρ’ ἑνὸς καὶ παρ’ ἁπάν[τω]- (35)ν τῶν ἐν τῆι συμμορίαι ὄντων, ἕως ἂ̣ν τ[ὰ α]- ὑτῆς ἀπολάβηι· αἱρείσθω δὲ ὁ δῆμος δ[έκ]- <α> <ἄ>νδρας ἐξ Ἀθηναίων ἁπάντων ἐν τῆι [ἐκ]- κλησίαι, ὅτανπερ τοὺς στρατηγοὺς α[ἱρ]- ῶνται, οἵτινες ἐπιμελήσονται τοῦ σί[τ]- (40)ο· οὗτοι δὲ ἀποστησάμενοι τὸν σῖτον̣ κ[α]- τὰ τὰ γεγραμμένα πωλόντων ἐν τῆι ἀγ[ορ]- ᾶι, ὅταν τῶι δήμωι δοκῆι· πωλε͂ν δὲ μὴ ἐ[ξε]- ῖναι ἐπιψηφίσαι πρότερον τοῦ Ἀνθεσ[τ]- ηριῶνος μηνός· ὁ δὲ δῆμος ταξάτω τὴν τ[ι]- (45)μὴν τῶν πυρῶν καὶ τῶν κριθῶν ὁπόσου χ[ρ]- ὴ πωλε͂ν τοὺς αἱρεθέντας· τὸν δὲ σ<ῖ>τον [ο]- ἱ πριάμενοι τὴν δωδεκάτην κομισάντω- ν πρὸ τοῦ Μαιμακτηριῶνος μηνός· οἱ δὲ α̣- ἱρεθέντες ὑπὸ τοῦ δήμου ἐπιμελούσθω- (50)ν ὅπως ἂν κομίζηται ὁ σῖτος ἐν τῶι χρόν̣- ωι τῶι εἰρημένωι· ἐπειδὰν δὲ ἀποδῶντα- ι οἱ αἱρεθέντες τὸν σῖτον, λογισάσθω[ν] ἐν τῶι δήμωι καὶ τὰ χρήματα ἡκόντων φ[έ]- ροντες εἰς τὸν δῆμον καὶ ἔστω στρατι[ω]- (55)τικ<ὰ> τὰ ἐκ τô σίτο γενόμενα· τὴν δὲ προ[κ]- αταβολὴν τὴν ἐκ τῶν νήσων μερίσαι το[ὺ]- ς ἀποδέκτας καὶ τῆς πεντηκοστῆς, ὅσο[ν]- περ πέρυσιν <η>ὗρεν ἐκ τοῖν δυοῖν δεκάτ[.]- ιν, τὸ μὲν νῦν εἶναι εἰς τὴν διοίκησι[ν κ]- (60)αὶ τὸ λοιπὸν μὴ <ἀ>φαιρεῖν τὼ δύο δεκάτ[.] ἐκ τῶν κατ<α>βαλλομένων χρημάτων. vvvv