Decree inviting states to join the Second Athenian League, 378/7 BC

RO 22 Date: 378/7 BC
 
Face A (front)
ἐπὶ Ναυσινίκο ἄρχοντος (378/7)· vacat Καλλίβιος ⋮ Κηφισοφῶντος Παιανιεὺς ⋮ ἐγραμμάτευεν· vacat ἐπὶ τῆς Ἱπποθωντίδο[ς ἑβδ]όμης πρυτα- (5)νείας. ἔδοξεν τῆι βολ[ῆι κα]ὶ τῶι δήμω- ι· Χαρῖνος Ἀθμον[εὺς ἐπ]εστάτει. Ἀριστοτέλης εἶ[πεν· τύχ]ηι ἀγαθῆι τῆι Ἀ- θηναίων καὶ τ[ῶ]ν [συμμ]άχων τῶν Ἀθηναίω- ν ὅπως ἂν Λακ̣ε̣δ[αιμό]νιοι ἐῶσι τὸς Ἕλλη- (10)νας ἐλευθέ[ρ]ος [καὶ] αὐτονόμος ἡσυχίαν ἄγειν, τὴ[ν χώραν] ἔχοντας ἐμ βεβαίωι τὴ- [ν ἑαυτῶν πᾶσαν], [[[κα]ὶ̣ [ὅπ]ω̣[ς κ]υ̣[ρ]ί̣α̣ ἦ̣ι κ̣[α]ὶ̣ δ̣ι- [αμένη ἥ τε εἰρήνη καὶ ἡ φιλία ἥν ὤμοσ]α̣- [ν οἱ Ἕλληνες] κ̣α̣ὶ̣ [βα]σ̣ι̣λ̣ὲ̣υ̣ς̣ κ̣α̣τ̣ὰ̣ τ̣ὰ̣[ς σ]υ̣ν̣- (15)[θήκας]]], [ἐψηφί]σθαι τῶι δήμωι· ἐάν τις βόλ- [ηται τῶν Ἑλ]λήνων ἢ τῶν βαρβάρων τῶν ἐν [Εὐρώπηι ἐν]οικόντων ἢ τῶν νησιωτῶν, ὅσ- [οι μὴ βασι]λέως εἰσίν, Ἀθηναίων σύμμαχ- [ος εἶναι κ]αὶ τῶν συμμάχων, ἐξεῖναι αὐ[τ]- (20)ῶ[ι ἐλευθέρ]ωι ὄντι καὶ αὐτονόμωι, πολι- τ[ευομέν]ωι πολιτείαν ἣν ἂν βόληται, μή- τε [φρορ]ὰν εἰσδεχομένωι μήτε ἄρχοντα ὑπο[δεχ]ομένωι μήτε φόρον φέροντι, ἐπὶ δὲ τ[οῖς] αὐτοῖς ἐφ οἷσπερ Χίοι καὶ Θηβαῖ- (25)οι κα[ὶ] οἱ ἄλλοι σύμμαχοι. τοῖς δὲ ποιησ- σαμέν[οι]ς συμμαχίαν πρὸς Ἀθηναίος καὶ τὸς συμ[μ]άχος ἀφεῖναι τὸν δῆμον τὰ ἐγκ- τήματα ὅποσ' ἂν τυγχάνηι ὄντα ἢ ἴδια ἢ [δ]- ημόσια Ἀθ[η]ναίων ἐν τῆι χ[ώραι τῶν ποιο]- (30)μένων τὴν συμμαχίαν κ[αὶ περὶ τούτων π]- ίστιν δο͂ναι Ἀ[θηναίος. ὅτωι δὲ τ]υγχάν[η]- ι τῶν πόλεων [τῶν ποιομένων] τὴν συμμαχ- ίαν πρὸς Ἀθην[αίος σ]τῆλαι ὀ͂σαι Ἀθήνησ- ι ἀνεπιτήδειο[ι, τ]ὴμ βολὴν τὴν ἀεὶ βολε- (35)ύοσαν κυρίαν ε[ἶν]αι καθαιρεῖν. ἀπὸ δὲ Ν- αυσινίκο ἄρχον[τ]ος (378/7) μὴ ἐξεῖναι μήτε ἰδ- ίαι μήτε δημοσ[ί]αι Ἀθηναίων μηθενὶ ἐγ- κτήσασθαι ἐν τ[α]ῖς τῶν συμμάωχν χώρα- ι μήτε οἰκίαν μήτε χωρίον μήτε πριαμέ- (40)νωι μήτε ὑποθεμ̣ένωι μήτε ἄλλωι τρόπω- ι μηθενί. ἐὰν δέ τις ὠνῆται ἢ κτᾶται ἢ τι- θῆται τρόπωι ὁτωιο͂ν, ἐξεῖναι τῶι βολο- μένωι τῶν συμμάχων φῆναι πρὸς τὸς συν- έδρος τῶν συμμάχων· οἱ δὲ σύνεδροι ἀπο- (45)[δ]όμενοι ἀποδόντων [τὸ μὲν ἥ]μυσυ τῶ[ι] φήναντι, τὸ δὲ ἄ- [λλο κοι]νὸν [ἔσ]τω τῶν συ[μμά]χων. ἐὰν δέ τι- ς ἴ[ηι] ἐπὶ πολέμωι ἐπὶ τ[ὸ]ς ποιησαμένος τὴν συμμαχίαν ἢ κατὰ γ[ὴ]ν ἢ κατὰ θάλαττ- αν, βοηθεῖν Ἀθηναίος καὶ τὸς συμμάχος (50)τούτοις καὶ κατὰ γὴν καὶ κατὰ θάλαττα- ν παντὶ σθένει κατὰ τὸ δυνατὸν. ἐὰν δέ τ- ις εἴπηι ἢ ἐπιψηφίσηι ἢ ἄρχων ἢ ἰδιώτη- ς παρὰ τόδε τὸ ψήφισμα ὡς λύειν τι δεῖ τ- ῶν ἐν τῶιδε τῶι ψηφίσματι εἰρημέν[ων, ὕ]- (55)παρχέτω μ[ὲν] αὐτῶι ἀτίμωι εἶναι καὶ [τὰ] [χρ]ήμα[τα αὐ]το͂ δημόσια ἔστω καὶ τῆς θ[εο͂] [τ]ὸ ἐπιδ[έκα]τον, καὶ κρινέσθω ἐν Ἀθην[αί]- [ο]ις καὶ τ[οῖς] συμμάχοις ὡς διαλύων τὴν συμμαχία[ν. ζ]ημιόντων δὲ αὐτὸν θανάτω- (60)ι ἢ φυγῆι ὁ͂[περ] Ἀθηναῖοι καὶ οἱ σύμμαχο- ι κρατο͂σι[ν· ἐὰν] δὲ θανάτο τιμηθῆι, μὴ τα- φήτω ἐν τῆ[ι Ἀττι]κῆι [μ]ηδὲ ἐν τῆι τῶν συμ- μάχων. τὸ δ[ὲ ψήφι]σμα τόδε ὁ γραμματεὺς ὁ τῆς βολῆ[ς ἀναγρ]αψάτω ἐν στήληι λιθί- (65)νηι καὶ καταθέ[τω] παρὰ τὸν Δία τὸν Ἐλευ- θέριον· τὸ δὲ ἀρ[γύ]ριον δο͂ναι εἰς τὴν ἀν- αγραφὴν τῆς στ[ήλη]ς ἑξήκοντα δραχμὰς ἐκ τῶν δέκα ταλ[άν]των τὸς ταμίας τῆς θε- ο͂. εἰς δὲ τὴν στήλην ταύτην ἀναγρά- (70)φειν τῶν τε οὐσ[ῶ]ν πόλεων συμμαχίδων τ- ὰ ὀνόματα καὶ ἥτις ἂν ἄλλη σύμμαχος γί- <γ>νηται. ταῦτα μὲν ἀναγράψαι, ἑλέσθαι δ- ὲ τὸν δῆμον πρέσβεις τρεῖς αὐτίκα μάλ- [α] εἰς Θήβας, [ο]ἵτινες πείσοσι Θηβαίοις ὅ (75)[τ]ι ἂν δύνω[ν]ται ἀγαθὸν. οἵδε ηἱρέθησαν· [Ἀ]ριστοτέλης Μαραθώνιος, v Πύρρανδρο- ς Ἀναφλύσ[τ]ιος, Θρασύβολος Κολλυτεύς. Ἀθηναίων πόλεις αἵδε σύμμαχοι·
Χῖοι       Τενέδιοι (80)Μυτιλη[ν]αῖοι [Μ]ηθυ[μν]αῖοι ῾Ρόδιοι      Ποιήσσιοι Βυζάντιοι Περίνθιοι (85)Πεπαρήθιοι Σκιάθιοι Μαρωνῖται Διῆς Πάρ[ι]οι      Ο[- - -] (90)Ἀθηνῖται      Π[- - -]
Θηβαῖοι Χαλκιδῆς Ἐρετριῆς Ἀρεθόσιοι Καρύστιοι Ἴκιοι Παλλ̣[- - -] [- - -] [- - -] [- - -] [- - -] [- - -]
Ἀριστοτέλης εἶπε· [- - - ἐπει]- δὰν πρῶτο[ν - - -] ἑκόντες π[ρο]σχωρῶσι [- - - ἐψη]- φισμένα τῶι δήμωι καὶ τ[- - -] (95)νήσων εἰς τὴν συμμ[αχίαν - - -] τοῖς τῶν ἐψηφι[σμένων - - -] [- - - - - - - - - - - - - - - - - - - -]
Face B (left)
[Πυρ]ραίων [ὁ δ]ῆμος [Ἀβδη]ρῖται (100)[Θάσι]οι [Χαλκι]δῆς ἀπὸ [Θράικης] Αἴνιοι Σαμοθρᾶικ[ες] (105)Δικαιοπολῖται Ἀκαρνᾶνες Κεφαλληνῶν Πρῶννοι Ἀλκέτας (110)Νεοπτόλεμος [[[. . . c. 6 . . .]]] Ἄνδριοι [Τ]ήνιοι [Ἑσ]τιαιῆς (115)Μυ[κ]όνιοι Ἀντισσαῖοι Ἐρέσιοι Ἀστραιούσιοι Κείων (120)Ἰουλιῆται Καρθαιε͂ς Κορήσιοι Ἐλαιόσιοι Ἀμόργιοι (125)Σηλυμβριανο[ί] Σίφνιοι Σικινῆται Διε͂ς ἀπὸ Θράικης (130)Νεοπολῖται vacat Ζακυν[θ]ίων ὁ δῆμος ὁ ἐν τῶι Νήλλ- ωι