Honours for King Spartokos III of the Bosporan kingdom, 285/4 BC

AIUK 4.2 (BM, Decrees of Council and Assembly) no. 12 Date: 285/4 BC
 
[ἐπὶ Δ]ιοτίμου ἄρχοντος, ἐπὶ τῆς Ἀντι[γονίδοςI ἑ]- [βδό]μης πρυτανείας, ἧι Λυσίστρατο[ς Ἀριστομά]- [χου] ΠαιανιεὺςV ἐγραμμάτευεν· Γα[μηλιῶνος ἕνει] [καὶ] νέαι· ἐνάτηι καὶ εἰ[κο]στῆι τῆ[ς πρυτανείας]· (5)[ἐκκ]λησία· τῶν προέδρω[ν ἐπε]ψ[ήφιζεν - - - - 7 - 8 - - -] [. . .]οσθένου Ξυπετ[αιὼνII καὶ συμπρόεδροι· ἔδο]- [ξε]ν τῶι δήμωι· Ἀγύρ[ριος Καλλιμέδοντος Κολλυ]- τεὺς εἶπεν· ἐπειδὴ [πρότερόν τε οἱ πρόγονοι οἱ] Σπαρτόκου χρείας [παρέσχοντο τῶι δήμωι καὶ] (10)νῦν Σπάρτοκος πα[ραλαβὼν τὴν εἰς τὸν δῆμον οἰ]- κειότητα κοινῆι [τε τῶι δήμωι χρείας παρέχε]- ται καὶ ἰδίαι Ἀθη[ναίων τοῖς ἀφικνουμένοις] πρὸς αὑτόν, ἀνθ᾿[ὧν καὶ ὁ δῆμος ὁ Ἀθηναίων αὐτοὺς] πολίτας ἐποιή[σατο καὶ ἐτίμησ]εν [εἰκόσιν χαλ]- (15)καῖς ἔν τε τῆι [ἀγορᾶι καὶ] ἐν τῶι ἐμπορίωι [καὶ] ἄλλαις δωρεα[ῖς, αἷς προσή]κει τιμᾶσθαι τοὺ[ς] ἀγαθοὺς ἄνδρ[ας, καὶ διέθε?]το, ἐάν τις βαδίζε[ι] ἐπὶ τὴν ἀρχὴν τ[ὴν τῶν προγόνω]ν αὐτοῦ ἢ τὴν Σπα[ρ]- τόκου, βοηθε[ῖν παντὶ σθένε]ι κ[α]ὶ κατὰ γῆν καὶ (20)κατὰ θάλατ[ταν· ἔτι δὲ Σπάρτ]οκος ἀφικομένης πρεσβείας [παρ᾿ Ἀθηναίων ἀκ]ούσας, ὅτι ὁ δῆμος κεκόμιστ[αι τὸ ἄστυ, συνήσ]θη τοῖς εὐτυχήμασ[ι] τοῦ δή[μ]ο[υ καὶ δέδωκεν σίτ]ου δωρεὰν μυρίου[ς] καὶ πε[ντακισχιλίους με]δίμνους, ἐπαγγέλλε[τ]- (25)[αι δὲ καὶ εἰς τὸ λοιπὸν χρ]είαν παρέξεσθαι τῶ[ι] [δήμωι τῶι Ἀθηναίων καθό]τι ἂν δύνηται, καὶ ταῦ- [τα πράττει προαιρούμεν]ος διαφυλάττειν τὴν [εὔνοιαν τὴν εἰς τὸν δῆμ]ον τὴν παραδεδομένην [αὐτῶι παρὰ τῶν προγόνω]ν· ὅπως ἂν οὖν φαίνηται (30)[καὶ ὁ δῆμος φιλοτιμού]μενος πρὸς τοὺς εὔνους [διὰ τοῦ ἔμπροσθεν χρ]όνου διαμεμενηκότας αὐ- [τῶι, ἀγαθῆι τύχηι, δε]δόχθαι τῶι δήμωι· ἐπ[αινέ]- [σαι μὲν τὸν βασιλέ]α Σπάρτοκον Εὐμήλου - - - 5 - 6 - - [. . . 5 . . καὶ στεφανῶ]σαι χρυσῶι στεφάνωι [κατὰ] (35)[τὸν νόμον ἀρετῆς] ἕνεκα καὶ εὐνοίας, ἣν ἔχω[ν δι]- [ατελεῖ πρὸς τὸν] δῆμον, καὶ ἀνειπεῖν τὸν στέ[φα]- [νον Διονυσίω]ν τῶν μεγάλων τραγωιδοῖς ἐν τῶι [ἀγῶνι· τῆς δὲ π]οιήσεως τοῦ στεφάνου καὶ τῆς ἀ- [ναγορεύσεω]ς ἐπιμεληθῆναι τοὺς ἐπὶ τῆι διο[ι]- (40)[κήσει· στῆσαι] δ᾿ αὐτοῦ καὶ εἰκόνα χαλκῆν ἐν τῆ[ι] [ἀγορᾶι παρὰ] τοὺς προγόνους καὶ ἑτέραν ἐ[ν . . .] [- - - 5 - 6 - - · ὅπω]ς ἂν δὲ καὶ εἰδῆι ὁ βασιλεὺς Σπάρτ[ο]- [κος τὰ ἐψηφ]ισμένα τῶ⟨ι⟩ δήμωι, χειροτονῆσαι πρέ- [σβεις τρε]ῖς ἄνδρας ἐξ Ἀθηναίων ἁπάντων, οἵτι- (45)[νες αἱρεθ]έντες ἀπαροῦσιν καὶ τό τε ψήφισμα ἀ- [ποδώσου]σιν καὶ ἀπανγελοῦσι τὴν εὔνοιαν ἣν [ἔχει πρὸ]ς αὐτὸν ὁ δῆμος, καὶ παρακαλοῦσιν αὐ- [τὸν βοηθ]εῖν τῶι δήμωι, καθότι ἂν δύνηται· δοῦ- [ναι δὲ ἐφ]όδια τῶν πρέσβειων ἑκάστωι τὸ τετα- (50)[γμένον]· ὅπως ἂν δὲ καὶ ὑπόμνημα ἦι τῆς οἰκειό- [τητος] κ̣αὶ τῶν δωρειῶν τῶν προστιθεμένων αὐ- [τῶι πρ]ὸς ταῖς ὑπαρχούσαις, τὸν γραμματέα τὸν [κατὰ] π̣ρυτανείαν ἀναγράψαι τόδε τὸ ψήφισμα [ἐν στ]ήληι λιθίνηι καὶ στῆσαι ἐν ἀκροπόλει· τὸ (55)[δὲ ἀ]νάλωμα τὸ γενόμενον μερίσαι τοὺς ἐπὶ τῆι [διο]ικήσει.
     vac. 0.135
   [In painted crown?]      ὁ δῆμος