Dedication from Acharnai with military oaths

RO 88 Date: Ca. 335-325 BC
 
θεοί. ἱερεὺς Ἄρεως καὶ Ἀθηνᾶς Ἀρείας Δίων Δίωνος Ἀχαρ- νεὺς ἀνέθηκεν. vacat
Oath of the ephebes (5)ὅρκος ἐφήβων πάτριος, ὃν ὀμνύναι δεῖ τ- οὺς ἐφήβους· vvv οὐκ αἰσχυνῶ τὰ ἱερὰ ὅπ- λα οὐδὲ λείψω τὸν παραστάτην ὅπου ἂν σ- τειχήσω· ἀμυνῶ δὲ καὶ ὑπὲρ ἱερῶν καὶ ὁσ- ίων, καὶ ὀκ ἐλάττω παραδώσω τὴν πατρίδ- (10)α, πλείω δὲ καὶ ἀρείω κατὰ τε ἐμαυτὸν κα- ὶ μετὰ ἁπάντων, καὶ εὐηκοήσω τῶν ἀεὶ κρ- αινόντων ἐμφρόνως καὶ τῶν θεσμῶν τῶν ἱδρυμένων καὶ οὓς ἂν τὸ λοιπὸν ἱδρύσω- νται ἐμφρόνως· ἐὰν δέ τις ἀναιρεῖ, οὐκ ἐ- (15)πιτρέψω κατά τε ἐμαυτὸν καὶ μετὰ πάντ- ων, καὶ τιμήσω ἱερὰ τὰ πάτρια. ἵστορες ⟦ο⟧ θεοὶ Ἄγλαυρος, Ἑστία, Ἐνυώ, Ἐνυάλιος, Ἄρ- ης καὶ Ἀθηνᾶ Ἀρεία, Ζεύς, Θαλλώ, Αὐξώ, Ἡγε- μόνη, Ἡρακλῆς, ὅροι τῆς πατρίδος, πυροί, (20)κριθαί, ἄμπελοι, ἐλᾶαι, συκαῖ. vacat vacat
Oath of Plataia ὅρκος ὃν ὤμοσαν Ἀθηναῖοι ὅτε ἤμελλον μάχεσθαι πρὸς τοὺς βαρβάρους· vvvvv μαχοῦμαι ἕως ἂν ζῶ, καὶ οὐ περὶ πλέονος ποήσομαι τὸ ζῆν ἢ τὸ ἐλεύθερος εἶναι, κ- (25)αὶ οὐκ ἀπολείψω τὸν ταξίαρχον οὐδὲ τὸ- ν ἐνωμοτάρχην οὔτε ζῶντα οὔτε ἀποθαν- όντα, καὶ οὐκ ἄπειμι ἐὰμ μὴ οἱ ἡγεμόνες ἀφηγῶνται, καὶ ποήσω ὅ τι ἄν οἱ στρατηγ- οὶ παραγγείλωσιν, καὶ τοὺς ἀποθανόντ- (30)ας τῶν συμμαχεσαμένων θάψω ἐν τῶι αὐτ- ῶι καὶ ἄθαπτον οὐδένα καταλείψω· καὶ ν- ικήσας μαχόμενος τοὺς βαρβάρους δεκ- ατεύσω τὴν Θηβαίων πόλιν, καὶ οὐκ ἀνασ- τήσω Ἀθήνας οὐδὲ Σπάρτην οὐδὲ Πλαται- (35)ὰς οὐδὲ τῶν ἄλλων πόλεων τῶν συμμαχεσ- αμένων οὐδεμίαν, οὐδὲ λιμῶι περιόψομ- αι ἐργομένους οὐδὲ ὑδάτων ναματιαίω- ν εἴρξω οὔτε φίλους ὄντας οὔτε πολεμί- ους. καὶ εἰ μὲν ἐμπεδορκοίην τὰ ἐν τῶι ὅ- (40)ρκῶι γεγραμμένα, ἡ πόλις ἡμὴ ἄνοσος εἴ- η, εἰ δὲ μή, νοσοίη· καὶ πόλις ἡμὴ ἀπόρθητ- ος εἴη, εἰ δὲ μή, πορθοῖτο· καὶ φέροι ἡμή, ε- ἰ δὲ μή, ἄφορος εἴη· καὶ γυναῖκες τίκτοι- εν ἐοικότα γονεῦσιν, εἰ δὲ μή, τέρατα· κα- (45)ὶ βοσκήματα τίκτοι ἐοικότα βοσκήμασ- ι, εἰ δὲ μή, τέρατα. ταῦτα ὀμόσαντες κατα- καλύψαντες τὰ σφάγια ταῖς ἀσπίσιν ὑπ- ὸ σάλπιγγος ἀρὰν ἐποιήσαντο, εἴ τι τῶν ὀμωμομένων παραβαίνοιεν καὶ μὴ ἐμπε- (50)δορκοῖ⟨ε⟩ν τὰ ἐν τῶι ὅρκωι γεγραμμένα, α- ὐτοῖς ἄγος εἶναι τοῖς ὀμόσασιν. vacat