Law on approvers (dokimastai) of silver coinage, 375/4 BC

AIO 819 Date: 375/4 BC
 
ἔδοξε τοῖς νομοθέταις. ἐπὶ Ἱππο[δάμαντος] ἄρχοντος∶ Νικοφῶν εἶπεν· τὸ ἀργύριον δέχεσθαι τὸ Ἀττικὸν̣ ὅτ[αν δοκῆι εἶν]- αι ἀργυρο͂γ καὶ ἔχηι τὸν δημόσιογ χα[ρακτῆρα. ὁ δὲ] (5)δοκιμαστὴς ὁ δημόσιος καθήμενος με[ταξὺ τῶν τρ]- απεζῶν δοκιμαζέτω κατὰ ταῦτα ὅσαι ἡ̣[μέραι πλὴν] ὅταν ἦ[ι] χρημάτωγ καταβολή, τότε δὲ ἐ[ν τῶι βολευτ]- ηρίωι. ἐὰν δέ τις προσενέγκηι ξ̣[ε]ν[ικὸν ἀργύριον] ἔχον τὸν αὐτὸγ χαρακτῆρα τῶι Ἀττι[κῶ]ι ἐκ̣[κόπτων?], (10)ἀποδιδότω τῶι προσενεγκόντι· ἐὰν δὲ ὑπ[όχαλκον] ἢ ὑπομόλυβδον ἢ κίβδηλον, διακοπτέτ̣ω πα[ραυτίκ]- α καὶ ἔστω ἱερὸν τῆς Μητρὸς [τ]ῶν θεῶγ καὶ κ[αταβαλ]- λέτω ἐς τὴμ βολήν. ἐὰν δὲ μὴ καθῆτ[α]ι ὁ δοκι[μαστὴς], ἢ μὴ δοκιμάζηι κατὰ τὸν νόμον, τυπ̣[τ]όντων [αὐτὸν ο]- (15)ἱ το͂ δήμο συλλογῆς πεντήκοντα πληγὰς τ[ῆι μάστι]- γι. ἐὰν δὲ τις μὴ δέχηται τὸ ἀ̣[ρ]γύ̣[ρ]ιον ὅ τ[ι ἂν ὁ δοκι]- μαστὴς δοκιμάστηι, στερέσθω ὧν ἂμ [π]ωλῆι̣ [ἐν ἐκείν]- ηι τῆι ἡμέραι. φαίνειν δὲ τὰ μὲν ἐν [τ]ῶ̣ι σί̣[τωι πρὸς] τὸς σιτοφύλακας, τὰ δὲ ἐν τῆι ἀγορᾶι κ[α]ὶ [ἐν τῶι ἄλ]- (20)λωι ἄστει πρὸς τοὺς το͂ δήμο συλλογέ[ας], τὰ [δὲ ἐν τῶ]- ι ἐμπορίωι καὶ τῶι Πει[ρ]αιεῖ πρὸς τοὺ[ς ἐπιμελητ]- ὰς τοῦ ἐμπορίο πλὴν τὰ ἐν τῶι σίτωι, τὰ δὲ [ἐν τῶι σί]- τωι πρὸς τοὺς σιτοφύλακας. τῶν δὲ φανθέ[ντων, ὁπό]- σα μὲν ἂν ἦι ἐντὸς δέκα δραχμῶν κύριοι ὄ[ντων οἱ ἄ]- (25)ρχοντες διαγιγνώσκειν, τὰ δὲ ὑπὲρ [δ]έ[κ]α [δραχμάς] ἐσαγόντων ἐς τὸ δικαστήριον. οἱ δὲ θε[σμ]οθ[έται π]- αρεχόντων αὐτοῖς ἐπικληρο͂ντες δικα[στήριον ὅ]- ταμ παραγγέλλωσιν ἢ εὐ̣θυνέ̣σθω[ν Χ (?)] δραχ[μαῖς. τῶι] δὲ φήναντι μετέστω τὸ ἥμισυ ἐ[ὰ]ν ἕληι ὅ̣[ν ἄν φήνηι]. (30)ἐὰ̣ν δὲ δο͂λος ἦι ὁ πωλῶν ἢ δόλη, ὑπ<α>ρχέτω̣ μ[ὲν αὐτῶι] τύπτεσθαι 𐅄 πληγὰς τῆι μάστιγι ὑπὸ [τῶν ἀρχόντω]- ν οἷς ἕκαστα προστέτακται. ἐὰν δέ τις [τῶ]ν ἀ[ρχόντ]- ων μὴ ποιῆι κατὰ τὰ γεγραμμένα, εἰσαγ[γελλέτω μὲ]- ν ἐς τὴμ βολὴν Ἀθηναίων ὁ βολόμενος οἷς [ἔξεστιν], (35)ἐὰν δὲ ἁλῶι ὑπαρχέτω μὲν αὐτῶι πεπαῦσθ[αι ἄρχον]- τι καὶ προστιμάτω αὐτῶ[ι] ἡ βολὴ μέχρι [𐅅 δραχμῶν. ὅ]- πως δ’ ἂν ἦι καὶ ἐμ Πειραιεῖ δοκιμαστὴς [τοῖς ναυκ]- λήροις καὶ τοῖς ἐμπόροις καὶ τοῖς ἄλλο[ις πᾶσιν], καταστησάτω ἡ βολὴ ἐκ τῶν δημοσίων ἐά̣[ν πο τις ἦι] (40)ἢ ἐσπριάσθω, τὴν δὲ τιμὴν οἱ ἀποδέκται [μεριζόντ]- ων. οἱ δὲ ἐπιμεληταὶ τοῦ ἐμπορίο ἐπιμελ̣έ[σ]θω[ν ὅπ]- ως ἂγ καθῆται πρὸς τῆι στήληι τοῦ Ποσειδῶνο[ς, κα]- ὶ χρήσθων τῶι νόμωι καθάπερ περὶ το̣͂ ἐν ἄστ[ει δοκ]- ιμαστο͂ εἴρηται κατὰ ταὐτά. ἀναγράψαι δὲ ἐν σ[τήλ]- (45)ηι λιθίνηι τὸν νόμον τόνδε καὶ καταθεῖναι ἐν [ἄσ]- τει μὲμ μεταξὺ τῶν τραπεζῶν, ἐμ Πειραιεῖ δὲ πρό[σ]- θεν τῆς στήλης τοῦ Ποσει[δ]ῶνος. ὁ δὲ γραμματε[ὺ]ς [ὁ] τῆς βολῆς παραγγειλάτω μίσθωμα τοῖς πωλ[ηταῖς], οἱ δὲ πωληταὶ ἐσενεγκόντων ἐς τὴμ βολήν. τ[ὴν δὲ μ]- (50)ισθοφορίαν εἶναι τῶι δοκιμαστῆι τῶι ἐν τῶι [ἐμπ]- ορίωι ἐπὶ μὲν Ἱππδάμαντος ἄρχοντος ἀφ’ οὗ̣ [ἂν κα]- τασταθῆι, μεριζόντων <δὲ> οἱ <ἀ>ποδέκται ὅσομπερ τ̣[ῶι] ἐν ἄστει δοκιμαστῆι, ἐς δὲ τὸν λοιπὸγ χρόν[ον ἐ͂να]- ι αὐτῶι τὴμ μισθοφορίαν ὅθεμπερ τοῖς ἀργυ[ροκό]- (55)ποις. εἰ δὲ τι ψήφισμα γέγραπται πο ἐστήληι πα̣[ρὰ τ]- όνδε τὸν νόμον, καθελέτω ὁ γραμματεὺς τῆς βολ[ῆς].