Decree admitting Methymna to the Second Athenian League, 378/7 BC (?)

AIO 803 Date: 378/7 BC (?)
 
[ἔδοξεν τῆι βολῆι καὶ τῶι δήμωι. - - -] [. . ὶς ἐπρυτ]άνευεν· Κ̣α̣λ̣λ̣[. . . . 7 . . . Ἀλω]- πεκῆθεν ἐγραμμάτευεν· Σίμων [. . . 5 . .]- ιος ἐπεστάτε. Ἀστύφιλος εἶπεν· περὶ ὧν οἱ Μηθυμναῖοι λέγοσιν, ἐπειδ- (5)ὴ σύμ<μ>αχοί εἰσιν καὶ εὖνοι τῆι πόλη- ι τῆι Ἀθηναίων Μηθυμναῖοι, ὅπως ἂν καὶ πρὸς τὸς ἄλλος συμμάχος τὸς Ἀθ- ηναίων ἦι αὐτοῖς ἡ συμμαχία, ἀναγρ- άψαι αὐτὸς τὸν γραμματέα τῆς βολῆ- (10)ς, ὥσπερ καὶ οἱ ἄλλοι σύμμαχοι ἀναγ- εγραμμένοι εἰσίν. ὀμόσαι δὲ τὴν πρ- εσβείαν τῶν Μηθυμναίων τὸν αὐτὸν ὅρκον ὅμπερ καὶ οἱ ἄλλοι σύμμαχοι ὤμοσαν, τοῖς τε συνέδροις τῶν συμμ- (15)άχων καὶ τοῖς στρατηγοῖς καὶ τοῖς ἱππάρχοις· ὀμόσαι δὲ τοῖς Μηθυμνα- ίοις τός τε συνέδρος τῶν συμμάχω[ν] καὶ τὸς στρατηγὸς καὶ τὸς ἱππάρχο- ς κατὰ ταὐτά. ἐπιμεληθῆναι δὲ Αἴ[σι]- (20)μον καὶ τὸς συνέδρος τὸς ἐπὶ τῶν ὅ[ρκ]- ων ὅπως ἂν ὀμόσωσιν αἱ ἀρχαὶ αἱ Μ[ηθ]- υμναίων καθάπερ οἱ ἄλλοι σύμμαχο[ι]. ἐπαινέσαι δὲ τὴμ πόλιν τὴν Μηθυμν- αίων καὶ καλέσαι τὸς πρέσβες τῶν (25)Μηθυμναίων ἐπὶ ξένια. vacat