Honours for the Games-masters (athlothetai)

AIO 682 Date: 239/8 BC
 
ἐπὶ Ἀθηνοδώρου ἄρχοντος, ἐπὶ τῆς Ἀντιγονίδος δωδεκάτη- ς πρυτανείας, ἧι Ἄρκετος Ἀρχίου Ἁμαξαντεὺς ἐγραμμάτευ- εν· Σκιροφοριῶνος ἐνάτει ἱσταμένου· ἐνάτει τῆς πρυτανε- ίας· ἐκκλησία κυρία· τῶν προέδρων ἐπεψήφιζεν Δημήτρ[ιος] (5)Κλεοφῶντος Ἁγνούσιος καὶ συμπρόεδροι· v ἔδο[ξεν τῆι βου]- λῆι καὶ τῶι δήμωι· vv Καλλίας Θρασίππου Γ[αργήττιος εἶπε]- ν· ἐπειδὴ v οἱ ἀθλοθέται ἐπεμελήθησαν [τῆς διοικήσεως τῶ]- ν Παναθηναίων v Ἀγαθαίου Προσπ[α]λ̣τ[ίου ταμιεύοντος v κα]- ὶ τοῦ ἀγῶνος τοῦ τε μουσικοῦ καὶ [τοῦ γυμνικοῦ καὶ τῆς ἱππ]- (10)οδρομίας v καὶ τὰ ἄλλα ἅ̣[παντα, ὅσα προσῆκεν ἐποίησαν δι]- καίως καὶ κατὰ το[ὺς νόμους· ἔθυσαν δὲ καὶ ὑπὲρ τῆς βουλῆς κ]- αὶ τοῦ δήμου [τοῦ Ἀθηναίων vv τῶι τε Ἀπόλλωνι τῶι Προστατ]- ηρίωι κ[αὶ]