Decree of Athenian soldiers in Rhamnous honouring Dikaiarchos
AIO 3453 Date: ca. 240 or 230 BC (?)
[- - - περὶ τὸν δῆ]- μον [τὸν Ἀθηναίων φιλοτιμῶνται (?), εἰδότες ὅτι χάριτας] ἀξίας [κομι]οῦντα[ι ὧν ἂν εὐεργετήσω]σ[ιν, ἀγαθῆι] τύχη[ι] δεδόχθαι Ἀθηναίων [τ]ο[ῖ]ς στρα[τε]υομέν[ο]ις Ῥ[α]μνοῦν- (5)τι ἐπαινέσαι Δικαίαρχον Ἀ[π]ο[λλ]ωνίου Θριά[σιον] καὶ στεφανῶσαι θαλλοῦ στεφάνωι ἀρετῆς ἕνεκα καὶ φι- λοτιμίας τῆς εἰς ἑαυτούς· ἀναγράψαι δὲ τόδε τὸ ψήφισ- μα ἐν στήλει λιθίνει καὶ στῆσαι ἐν τῶ[ι θ]εάτρωι, εἰς δὲ
τὴν ἀναγραφὴν εἰσενενκεῖν τοὺς ν̣ομ[- - -]·
(10) ἑλέσθαι δὲ καὶ τρεῖς ἄνδρας ἐξ ἑαυτῶν οἵτινες συντελοῦ- σιν τὰ ἐψηφισμένα· οἵδε εἱρέθησαν, Λέων Ἅγνωνος Ὄαθεν,
Θεόδωρος Νικωνύμου Φλυεύς, Γλαύκων Σωσικράτου vac. Χολλείδης.
vacat in crown Ἀθηναίων
(15)οἱ στρατευόμενοι
Ῥαμνοῦντι
Δικαίαρχον.